Add parallel Print Page Options

25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων [a]αὐτὸν λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης [b]τῆς καρδίας σου καὶ [c]ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ [d]ἐν ὅλῃ τῇ ἰσχύϊ σου καὶ [e]ἐν ὅλῃ τῇ διανοίᾳ σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28 εἶπεν δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.

29 Ὁ δὲ θέλων [f]δικαιῶσαι ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστίν μου πλησίον; 30 ὑπολαβὼν [g]δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες [h]ἡμιθανῆ. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν· 32 ὁμοίως δὲ καὶ [i]Λευίτης κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ’ αὐτὸν καὶ [j]ἰδὼν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 καὶ ἐπὶ τὴν [k]αὔριον ἐκβαλὼν [l]δύο δηνάρια ἔδωκεν τῷ πανδοχεῖ καὶ [m]εἶπεν· Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 [n]τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν [o]δὲ αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.

38 [p]Ἐν δὲ τῷ πορεύεσθαι [q]αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο [r]αὐτὸν. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη [s]Μαριάμ, ἣ καὶ [t]παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ [u]Ἰησοῦ ἤκουεν τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με [v]κατέλειπεν διακονεῖν; [w]εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ [x]κύριος· Μάρθα Μάρθα, μεριμνᾷς καὶ [y]θορυβάζῃ περὶ πολλά, 42 [z]ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός· [aa]Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται [ab]αὐτῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:25 αὐτὸν WH NIV ] + καὶ Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 τῆς Treg NIV RP ] – WH
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ψυχῇ WH Treg NIV ] ἐξ ὅλης τῆς ψυχῆς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ ἰσχύϊ WH Treg NIV ] ἐξ ὅλης τῆς ἰσχύος RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:27 ἐν ὅλῃ τῇ διανοίᾳ WH Treg NIV ] ἐξ ὅλης τῆς διανοίας RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:29 δικαιῶσαι WH Treg NIV ] δικαιοῦν RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 δὲ RP ] – WH Treg NIV
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:30 ἡμιθανῆ WH Treg NIV ] + τυγχάνοντα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:32 Λευίτης WH Treg ] + γενόμενος NIV RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:33 ἰδὼν WH NIV ] + αὐτὸν Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 αὔριον WH Treg NIV ] + ἐξελθών RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 δύο δηνάρια ἔδωκεν WH Treg RP ] ἔδωκεν δύο δηνάρια NIV
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:35 εἶπεν WH Treg NIV ] + αὐτῷ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:36 τίς WH NIV ] + οὖν Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:37 δὲ WH Treg NIV ] οὖν RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτοὺς WH NIV ] + καὶ Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:38 αὐτὸν NIV ] αὐτὸν εἰς τὴν οἰκίαν WH; αὐτὸν εἰς τὸν οἶκον αὐτῆς Treg RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Μαριάμ WH NIV ] Μαρία Treg RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 παρακαθεσθεῖσα πρὸς WH Treg NIV ] παρακαθίσασα παρὰ RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:39 Ἰησοῦ RP ] κυρίου WH Treg NIV
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 κατέλειπεν WH Treg RP ] κατέλιπεν NIV
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:40 εἰπὲ Treg NIV RP ] εἰπὸν WH
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 κύριος WH NIV ] Ἰησοῦς Treg RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:41 θορυβάζῃ WH Treg NIV ] τυρβάζῃ RP
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός WH ] ἑνὸς δέ ἐστιν χρεία Treg RP NIV
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 Μαριὰμ γὰρ WH NIV ] Μαρία δὲ Treg RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 10:42 αὐτῆς WH NIV ] ἀπ᾽ αὐτῆς Treg RP